Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.215 Joseph. AJ 16.221 (English) >>Joseph. AJ 16.226

16.219τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν Σαλώμη· παρʼ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτʼ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατʼ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν. 16.220

Ἦν μὲν γὰρ τῆς Ἀραβίας βασιλεὺς Ὀβόδας ἀπράγμων καὶ νωθὴς τὴν φύσιν, Σύλλαιος δʼ αὐτῷ διῴκει τὰ πολλὰ δεινὸς ἀνὴρ καὶ τὴν ἡλικίαν νέος ἔτι καὶ καλός. 16.221ὑπὸ χρείας οὖν τινος ἐλθὼν ὡς τὸν Ἡρώδην συνδειπνῶν εἶδεν τὴν Σαλώμην, καὶ τὸν νοῦν ἔσχεν πρὸς αὐτήν, γινώσκων δʼ ὅτι καὶ χήρα τυγχάνοι διελέγετο. 16.222Σαλώμη δὲ καὶ χεῖρον πάλαι φερομένη παρὰ τἀδελφῷ καὶ τὸν νεανίσκον οὐκ ἀπαθῶς ὁρῶσα πρὸς τὸν γάμον ὥρμητο, ταῖς τε μεταξὺ φοιτώντων ἐπὶ τὸ δεῖπνον ἐνεφαίνετο πλείω τε καὶ μὴ μέτρια τῆς ἐκείνων πρὸς ἀλλήλους ὁμολογίας. 16.223ταῦτα δὲ αἱ γυναῖκες ἀνέφερον τῷ βασιλεῖ διαγελῶσαι τὴν ἀσχημοσύνην, Ἡρώδης δὲ καὶ παρὰ τοῦ Φερώρα προσεπυνθάνετο καὶ τηρεῖν ἠξίου παρὰ τὸ δεῖπνον, πῶς τὰ πρὸς ἀλλήλους ἐσχήκασιν. ἐκεῖνος δὲ ἀπήγγελλεν, ὅτι καὶ νεύμασιν καὶ βλέμμασιν οὐκ ἄδηλοι τῆς ὁρμῆς εἰσιν ἀμφότεροι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.215 Joseph. AJ 16.221 (English) >>Joseph. AJ 16.226

Powered by PhiloLogic